TLG 2585 001 :: MARCELLINUS :: Vita Thucydidis

MARCELLINUS Biogr., fiq Marcellinus Gramm. et Rhet.
(A.D. 4?)

Vita Thucydidis

Source: Jones, H.S. (ed.), Thucydidis historiae, vol. 1. Oxford: Clarendon Press, 1942 (repr. 1970 (1st edn. rev.)): xi–xx.

Citation: Section — (line)

t

ΜΑΡΚΕΛΛΙΝΟΥ ἐκ τῶν εἰς Θουκυδίδην σχολίων περὶ τοῦ βίου αὐτοῦ Θουκυδίδου καὶ τῆς τοῦ λόγου ἰδέας

1

Τῶν Δημοσθένους μύστας γεγενημένους θείων λόγων τε καὶ ἀγώνων, συμβουλευτικῶν τε καὶ δικανικῶν νοημάτων μεστοὺς γενομένους καὶ ἱκανῶς ἐμφορηθέντας, ὥρα λοιπὸν καὶ τῶν Θουκυδίδου τελετῶν ἐντὸς καταστῆναι· πολὺς γὰρ 〈ὁ〉 ἀνὴρ τέχναις καὶ κάλλει λόγων καὶ ἀκριβείᾳ
5πραγμάτων καὶ στρατηγικαῖς συμβουλαῖς καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν τοῦ ἀνδρὸς καὶ τὸ γένος καὶ τὸν βίον· πρὸ γὰρ τῶν λόγων ταῦτα ἐξεταστέον τοῖς φρονοῦσι καλῶς.

2

Θουκυδίδης τοίνυν ὁ συγγραφεὺς Ὀλόρου μὲν προῆλθε πατρός, τὴν ἐπωνυμίαν ἔχοντος ἀπὸ Ὀλόρου τοῦ Θρᾳκῶν βασιλέως, καὶ μητρὸς Ἡγησιπύλης, ἀπόγονος δὲ τῶν εὐδοκιμωτάτων στρατηγῶν, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ᾠκείωτο γὰρ ἐκ παλαιοῦ τῷ γένει πρὸς
5Μιλτιάδην τὸν στρατηγόν, τῷ δὲ Μιλτιάδῃ πρὸς Αἰακὸν τὸν Διός. οὕτως αὐχεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν.

3

καὶ τούτοις Δίδυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φάσκων οὕτως λέγειν· ‘Φιλαῖος δὲ ὁ Αἴαντος οἰκεῖ ἐν Ἀθήναις. ἐκ τούτου δὲ γίγνεται Δάικλος, τοῦ δὲ
Ἐπίλυκος, τοῦ δὲ Ἀκέστωρ, τοῦ δὲ Ἀγήνωρ, τοῦ δὲ †Ὄλιος, τοῦ δὲ†
5Λύκης, τοῦ δὲ Ἰοφῶν, τοῦ δὲ Λάιος, τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσαν‐ δρος, [ἐφ’ οὗ ἄρχοντος ἐν Ἀθήναις] τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱππο‐ κλείδης, ἐφ’ οὗ ἄρχοντος Παναθήναια ἐτέθη, τοῦ δὲ Μιλτιάδης, ὃς ᾤκισε Χερρόνησον.‘

4

μαρτυρεῖ τούτοις καὶ Ἑλλάνικος ἐν τῇ ἐπιγραφομένῃ Ἀσωπίδι. ἀλλ’ οὐκ ἂν εἴποι τις, τί αὐτῷ πρὸς Θουκυδίδην; ἔστι γὰρ οὕτως τούτου συγγενής. Θρᾷκες καὶ Δόλογκοι ἐπολέμουν πρὸς Ἀψιν‐ θίους ὄντας γείτονας.

5

ταλαιπωρούμενοι δὲ τῷ πολέμῳ καὶ τί κακὸν οὐ πάσχοντες ἐκ τοῦ μεῖον ἔχειν ἀεὶ τῶν πολεμίων καταφεύγουσιν ἐπὶ τὰ τοῦ θεοῦ χρηστήρια, εἰδότες ὅτι μόνος θεὸς ἐξ ἀμηχάνων εὑρίσκει πόρους· θεοῦ γὰρ ἰσχὺς κατ’ Αἰσχύλον ὑπερτέρα, πολλάκις δ’ ἐν κακοῖσι τὸν
5ἀμήχανον κἀκ χαλεπᾶς 〈δύασ〉 ὑπέρ τε ὀμμάτων κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

6

κοὐκ ἐψεύσθησαν τῶν ἐλπίδων· ἐχρήσθησαν γὰρ κράτιστον ἕξειν ἡγεμόνα τοῦτον ὃς ἂν αὐτοὺς ἀλωμένους ἐπὶ ξενίαν καλέσῃ. τότε καὶ Κροῖσος εἶχε Λυδίαν καὶ τὰς Ἀθήνας ἡ Πεισιστρατιδῶν τυραννίς. ἐπανιόντες οὖν ἀπὸ τοῦ χρηστηρίου περιέτυχον τῷ Μιλτιάδῃ πρὸ
5τῶν ὅρων καθεζομένῳ τῆς Ἀττικῆς, ἀχθομένῳ μὲν τῇ τυραννίδι, ζητοῦντι δὲ δικαίαν τῆς Ἀττικῆς ἔξοδον· ταῦτα γὰρ ᾠκονόμησεν ὁ χρησμὸς αὐτοῖς.

7

ὁρῶν οὖν αὐτοὺς πλανητῶν ἔχοντας στολήν, συνεὶς τί δύναται πλάνη, καλεῖ τοὺς ἄνδρας ἐπὶ ξενίαν, ὑπηρετῶν τῷ χρησμῷ λανθάνων. οἱ δ’ ἥσθησαν τὸν ἡγεμόνα τὸν ἀπὸ τῶν ξενίων εἰληφότες, καὶ πάντα αὐτῷ διηγησάμενοι στρατηγὸν ἐχειροτόνησαν αὑτῶν. οἱ μὲν
5οὖν τὸν θεόν φασιν ἐρωτήσαντα ἐξελθεῖν, οἱ δὲ οὐκ ἄνευ γνώμης τοῦ τυράννου τὴν ἔξοδον πεποιηκέναι, ἀλλὰ τῷ κρατοῦντι τὴν πρόκλησιν τῶν Θρᾳκῶν διηγησάμενον ἀπελθεῖν· ὃς καὶ προσδοὺς δύναμιν ἀπέπεμψεν, ἡσθεὶς ὅτι μέγα δυνάμενος ἀνὴρ ἔξεισι τῶν Ἀθηνῶν.

8

οὗτος οὖν ἡγού‐ μενος ἐπλήρωσε τὰ μεμαντευμένα, καὶ μετὰ τὴν νίκην γίγνεται καὶ Χερρονήσου οἰκιστής.

9

ἀποθανόντος δὲ τοῦ παιδὸς αὐτοῦ διαδέχεται τὴν ἐν Χερρονήσῳ ἀρχὴν Στησαγόρας ὁ ... ἀδελφὸς ὁμομήτριος.

10

ἀπο‐ θανόντος δὲ καὶ τούτου διαδέχεται τὴν ἀρχὴν Μιλτιάδης, ὁμώνυμος μὲν τῷ πρώτῳ οἰκιστῇ, ἀδελφὸς δὲ Στησαγόρου ὁμομήτριος καὶ ὁμοπάτριος.

11

οὗτος οὖν, ὄντων αὐτῷ παίδων ἐξ Ἀττικῆς γυναικός, ὅμως ἐπιθυμῶν
δυναστείας λαμβάνει Θρᾳκῶν βασιλέως Ὀλόρου θυγατέρα Ἡγησιπύλην πρὸς γάμον· ἐξ οὗ καὶ αὐτῆς γίγνεται παιδίον.

12

κατελθόντων δὲ εἰς τὴν Ἑλλάδα Περσῶν συσκευασάμενος τὰ αὑτοῦ εἰς τὰς Ἀθήνας πέμπει καὶ τὰ πολλὰ τοῦ γένους ἀποστέλλει. ἡ δὲ ναῦς ἁλίσκεται, ἐν ᾗ καὶ οἱ παῖδες αὐτοῦ, ἀλλ’ οὐχ οἱ ἐκ τῆς γυναικὸς τῆς Θρᾳκικῆς· ἀφίενται δ’ ὑπὸ
5βασιλέως, εἴ γε μὴ Ἡρόδοτος ψεύδεται. Μιλτιάδης δ’ εἰς τὴν Ἀττικὴν ἐκ Θρᾴκης διαφυγὼν σῴζεται.

13

οὐκ ἀπέδρα δὲ καὶ τὴν τῶν 〈ἐχθρῶν〉 συκοφαντίαν· ἐγκλήματα γὰρ αὐτῷ 〈ἐπέφερον〉 διεξιόντες τὴν τυραννίδα. ἀποφεύγει δὲ 〈καὶ τούτους καὶ〉 στρατηγὸς τοῦ πρὸς τοὺς βαρβάρους πολέμου γίγνεται.

14

ἀπὸ τούτου οὖν 〈Δίδυμοσ〉 κατάγεσθαί φησι τὸ Θουκυδίδου γένος. καὶ μέγιστον τεκμήριον νομίζουσι τὴν πολλὴν περι‐ ουσίαν καὶ τὰ ἐπὶ Θρᾴκης κτήματα καὶ 〈ἐν Σκαπτη〉σύλῃ μέταλλα χρυσᾶ.

15

δοκεῖ οὖν τισὶν 〈ὑιδοῦσ〉 εἶναι τοῦ Μιλτιάδου ἢ θυγατριδοῦς. παρέσχε δ’ ἡμῖν τὴν ἄλλως αὐτὸς ζήτησιν, μηδεμίαν μνήμην περὶ τοῦ γένους πεποιημένος.

16

μὴ ἀγνοῶμεν δὲ τοῦτο ὅτι Ὄλορος, 〈οὐκ Ὄρολοσ〉 ὁ πατὴρ αὐτῷ ἐστί, τῆς μὲν πρώτης συλλαβῆς τὸ ρ ἐχούσης, τῆς δὲ δευτέρας τὸ λ· αὕτη γὰρ ἡ γραφή, ὡς καὶ Διδύμῳ δοκεῖ, ἡμάρτηται. ὅτι γὰρ Ὄλορός ἐστιν, ἡ στήλη δηλοῖ ἡ ἐπὶ τοῦ τάφου αὐτοῦ κειμένη, ἔνθα
5κεχάρακται ‘Θουκυδίδης Ὀλόρου Ἁλιμούσιος.‘

17

πρὸς γὰρ ταῖς Μελιτίσι πύλαις καλουμέναις ἐστὶν ἐν Κοίλῃ τὰ καλούμενα Κιμώνια μνήματα, ἔνθα δείκνυται Ἡροδότου καὶ Θουκυδίδου τάφος. εὑρίσκεται δῆλον ὅτι τοῦ Μιλτιάδου γένους ὤν· ξένος γὰρ οὐδεὶς ἐκεῖ θάπτεται. καὶ Πολέμων
5δὲ ἐν τῷ περὶ ἀκροπόλεως τούτοις μαρτυρεῖ· ἔνθα καὶ 〈Τιμό〉θεον υ〈ἱὸν〉 αὐτῷ γεγενῆσθαι προσιστορεῖ.

18

ὁ δὲ Ἕρμιππος καὶ ἀπὸ τῶν Πεισιστρα‐ τιδῶν αὐτὸν λέγει τῶν τυράννων ἕλκειν τὸ γένος, διὸ καὶ διαφθονεῖν αὐτόν φησιν ἐν τῇ συγγραφῇ τοῖς περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, λέγοντα ὡς οὐκ ἐγένοντο τυραννοφόνοι· οὐ γὰρ ἐφόνευσαν τὸν τύραννον,
5ἀλλὰ τὸν ἀδελφὸν τοῦ τυράννου Ἵππαρχον.

19

ἠγάγετο δὲ γυναῖκα ἀπὸ Σκαπτησύλης τῆς Θρᾴκης πλουσίαν σφόδρα καὶ μέταλλα κεκτημένην ἐν τῇ Θρᾴκῃ.

20

τοῦτον δὲ τὸν πλοῦτον λαμβάνων οὐκ εἰς τρυφὴν ἀνήλισκεν, ἀλλὰ πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου τὸν πόλεμον αἰσθηθεὶς κινεῖσθαι μέλλοντα, προελόμενος συγγράψαι αὐτὸν παρεῖχε πολλὰ τοῖς Ἀθηναίων
στρατιώταις καὶ τοῖς Λακεδαιμονίων καὶ πολλοῖς ἄλλοις, ἵνα ἀπαγ‐
5γέλλοιεν αὐτῷ βουλομένῳ συγγράφειν τὰ γιγνόμενα κατὰ καιρὸν καὶ λεγόμενα ἐν αὐτῷ τῷ πολέμῳ.

21

ζητητέον δὲ διὰ τί καὶ Λακεδαιμονίοις παρεῖχε καὶ ἄλλοις, ἐξὸν Ἀθηναίοις διδόναι μόνοις καὶ παρ’ ἐκείνων μανθάνειν. καὶ λέγομεν ὅτι οὐκ ἀσκόπως καὶ τοῖς ἄλλοις παρεῖχεν· σκοπὸς γὰρ ἦν αὐτῷ τὴν ἀλήθειαν τῶν πραγμάτων συγγράψαι, εἰκὸς δὲ
5ἦν Ἀθηναίους πρὸς τὸ χρήσιμον ἑαυτῶν ἀπαγγέλλοντας ψεύδεσθαι, καὶ λέγειν πολλάκις ὡς ἡμεῖς ἐνικήσαμεν, οὐ νικήσαντας. διὸ πᾶσι παρεῖχεν, ἐκ τῆς τῶν πολλῶν συμφωνίας θηρώμενος τὴν τῆς ἀληθείας κατάληψιν· τὸ γὰρ ἀσαφὲς ἐξελέγχεται τῇ τῶν πλειόνων συνᾳδούσῃ συμφωνίᾳ.

22

Ἤκουσε δὲ διδασκάλων Ἀναξαγόρου μὲν ἐν φιλοσόφοις, ὅθεν, φησὶν ὁ Ἄντυλλος, καὶ ἄθεος ἠρέμα ἐνομίσθη, τῆς ἐκεῖθεν θεωρίας ἐμφορηθείς, Ἀντιφῶντος δὲ ῥήτορος, δεινοῦ τὴν ῥητορικὴν ἀνδρός, οὗ καὶ μέμνηται ἐν τῇ ὀγδόῃ ὡς αἰτίου τῆς καταλύσεως τῆς δημοκρατίας καὶ τῆς τῶν
5τετρακοσίων καταστάσεως. ὅτι δὲ μετὰ τὸν θάνατον τιμωρούμενοι τὸν Ἀντιφῶντα οἱ Ἀθηναῖοι ἔρριψαν ἔξω τῆς πόλεως τὸ σῶμα, σεσιώπηκεν ὡς διδασκάλῳ χαριζόμενος· [λέγεται γὰρ ὡς ἔρριψαν αὐτοῦ τὸ σῶμα οἱ Ἀθηναῖοι ὡς αἰτίου τῆς μεταβολῆς τῆς δημοκρατίας.]

23

οὐκ ἐπολιτεύσατο δ’ ὁ συγγραφεὺς γενόμενος ἐν ἡλικίᾳ οὐδὲ προσῆλθε τῷ βήματι, ἐστρα‐ τήγησε δ’ ἀρχέκακον ἀρχὴν παραλαβών· ἀπὸ γὰρ ταύτης φυγαδεύεται. πεμφθεὶς γὰρ ἐπ’ Ἀμφίπολιν Βρασίδου φθάσαντος καὶ προλαβόντος
5αὐτὴν ἔσχεν αἰτίαν, καίτοι μὴ πάντα καταστὰς ἀνόνητος Ἀθηναίοις· τῆς μὲν γὰρ ἁμαρτάνει, Ἠιόνα δὲ τὴν ἐπὶ Στρυμόνι λαμβάνει. ἀλλὰ καὶ οὕτως τὸ πρῶτον ἀτύχημα εἰς ἁμάρτημα μεταλαβόντες φυγαδεύουσιν αὐτόν.

24

γενόμενος δ’ ἐν Αἰγίνῃ μετὰ τὴν φυγὴν ὡς ἂν πλουτῶν ἐδάνεισε τὰ πλεῖστα τῶν χρημάτων.

25

ἀλλὰ κἀκεῖθεν μετῆλθε καὶ διατρίβων ἐν Σκαπτῇ ὕλῃ ὑπὸ πλατάνῳ ἔγραφεν· μὴ γὰρ δὴ πειθώμεθα Τιμαίῳ λέγοντι ὡς φυγὼν ᾤκησεν ἐν Ἰταλίᾳ.

26

ἔγραφε δ’ οὐδ’ οὕτως μνησικακῶν τοῖς Ἀθηναίοις, ἀλλὰ φιλαλήθης ὢν καὶ τὰ ἤθη μέτριος, εἴ γε οὔτε Κλέων παρ’ αὐτῷ οὔτε Βρασίδας ὁ τῆς συμφορᾶς αἴτιος ἀπέλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου.

27

καίτοι οἱ πολλοὶ τοῖς ἰδίοις πάθεσι συνέθεσαν τὰς ἱστορίας, ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. Ἡρόδοτος μὲν γὰρ ὑπεροφθεὶς ὑπὸ Κορινθίων ἀποδρᾶναί φησιν αὐτοὺς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, Τίμαιος δ’ ὁ Ταυρομενίτης
5Τιμολέοντα ὑπερεπῄνεσε τοῦ μετρίου, καθότι Ἀνδρόμαχον τὸν αὐτοῦ
πατέρα οὐ κατέλυσε τῆς μοναρχίας· Φίλιστος δὲ τῷ νέῳ Διονυσίῳ τοῖς λόγοις πολεμεῖ, Ξενοφῶν δὲ Μένωνι λοιδορεῖται τῷ Πλάτωνος ἑταίρῳ διὰ τὸν πρὸς Πλάτωνα ζῆλον. ὁ δὲ μέτριος καὶ ἐπιεικὴς τῆς ἀληθείας ἥττων.

28

Μὴ ἀγνοῶμεν δὲ ὅτι ἐγένοντο Θουκυδίδαι πολλοί, οὗτός τε ὁ Ὀλόρου παῖς, καὶ δεύτερος δημαγωγός, Μελησίου, ὃς καὶ Περικλεῖ διεπολιτεύ‐ σατο· τρίτος δὲ γένει Φαρσάλιος, οὗ μέμνηται Πολέμων ἐν τοῖς περὶ ἀκροπόλεως, φάσκων αὐτὸν εἶναι πατρὸς Μένωνος· τέταρτος ἄλλος
5Θουκυδίδης ποιητής, τὸν δῆμον Ἀχερδούσιος, οὗ μέμνηται Ἀνδροτίων ἐν τῇ Ἀτθίδι, λέγων εἶναι υἱὸν Ἀρίστωνος·

29

συνεχρόνισε δ’, ὥς φησι Πραξιφάνης ἐν τῷ περὶ ἱστορίας, Πλάτωνι τῷ κωμικῷ, Ἀγάθωνι τραγικῷ, Νικηράτῳ ἐποποιῷ καὶ Χοιρίλῳ καὶ Μελανιππίδῃ.

30

καὶ ἐπεὶ μὲν ἔζη Ἀρχέλαος, ἄδοξος ἦν ὡς ἐπὶ πλεῖστον, ὡς 〈ὁ〉 αὐτὸς Πραξιφάνης δηλοῖ, ὕστερον δὲ δαιμονίως ἐθαυμάσθη.

31

Οἱ μὲν οὖν αὐτὸν ἐκεῖ λέγουσιν ἀποθανεῖν ἔνθα καὶ διέτριβε φυγὰς ὤν, καὶ φέρουσι μαρτύριον τοῦ μὴ κεῖσθαι τὸ σῶμα ἐπὶ τῆς Ἀττικῆς· ἴκριον γὰρ ἐπὶ τοῦ τάφου κεῖσθαι, τοῦ κενοταφίου δὲ τοῦτο γνώρισμα εἶναι ἐπιχώριον καὶ νόμιμον Ἀττικὸν τῶν ἐπὶ τοιαύτῃ δυστυχίᾳ τετελευτη‐
5κότων καὶ μὴ ἐν Ἀθήναις ταφέντων.

32

Δίδυμος δ’ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ 〈φησὶν ἀποθανεῖν〉· τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν. τοὺς γὰρ Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ· ἥκοντα οὖν αὐτὸν
5ἀποθανεῖν βίᾳ, καὶ τεθῆναι ἐν τοῖς Κιμωνίοις μνήμασιν. καὶ κατα‐ γιγνώσκειν εὐήθειαν ἔφη τῶν νομιζόντων αὐτὸν ἐκτὸς μὲν τετελευτηκέναι, ἐπὶ γῆς δὲ τῆς Ἀττικῆς τεθάφθαι· ἢ γὰρ οὐκ ἂν ἐτέθη ἐν τοῖς πατρῴοις μνήμασιν, ἢ κρύβδην τεθεὶς οὐκ ἂν ἔτυχεν οὔτε στήλης οὔτε ἐπιγράμ‐ ματος, ἣ τῷ τάφῳ προσκειμένη μηνύει τοῦ συγγραφέως τοὔνομα. ἀλλὰ
10δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς ἄρχουσιν.

33

ἐγὼ δὲ Ζώπυρον ληρεῖν νομίζω λέγοντα τοῦτον ἐν Θρᾴκῃ τετελευτηκέναι, κἂν ἀληθεύειν νομίζῃ Κράτιππος αὐτόν. τὸ δ’ ἐν Ἰταλίᾳ Τίμαιον αὐτὸν καὶ ἄλλους λέγειν κεῖσθαι μὴ καὶ σφόδρα καταγέλαστον ᾖ.

34

λέγεται δ’ αὐτὸν τὸ εἶδος γεγονέναι σύννουν μὲν τὸ πρόσωπον, τὴν δὲ κεφαλὴν καὶ τὰς τρίχας εἰς ὀξὺ πεφυκυίας, τήν τε λοιπὴν ἕξιν προσπεφυκέναι τῇ συγγραφῇ. παύσασθαι δὲ τὸν βίον ὑπὲρ τὰ πεντήκοντα ἔτη, μὴ πληρώσαντα τῆς συγγραφῆς τὴν
5προθεσμίαν.

35

Ζηλωτὴς δὲ γέγονεν ὁ Θουκυδίδης εἰς μὲν τὴν οἰκονομίαν Ὁμήρου, Πινδάρου δὲ εἰς τὸ μεγαλοφυὲς καὶ ὑψηλὸν τοῦ χαρακτῆρος, ἀσαφῶς δὲ λέγων ἀνὴρ ἐπίτηδες, ἵνα μὴ πᾶσιν εἴη βατὸς μηδὲ εὐτελὴς φαίνηται παντὶ τῷ βουλομένῳ νοούμενος εὐχερῶς, ἀλλὰ τοῖς λίαν σοφοῖς δοκιμα‐
5ζόμενος παρὰ τούτοις θαυμάζηται· ὁ γὰρ τοῖς ἀρίστοις ἐπαινούμενος καὶ κεκριμένην δόξαν λαβὼν ἀνάγραπτον εἰς τὸν ἔπειτα χρόνον κέκτηται τὴν τιμήν, οὐ κινδυνεύουσαν ἐξαλειφθῆναι τοῖς ἐπικρίνουσιν.

36

ἐζήλωσε δὲ ἐπ’ ὀλίγον, ὥς φησιν Ἄντυλλος, καὶ τὰς Γοργίου τοῦ Λεοντίνου παρι‐ σώσεις καὶ τὰς ἀντιθέσεις τῶν ὀνομάτων, εὐδοκιμούσας κατ’ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ἕλλησι, καὶ μέντοι καὶ Προδίκου τοῦ Κείου τὴν ἐπὶ
5τοῖς ὀνόμασιν ἀκριβολογίαν.

37

μάλιστα δὲ πάντων, ὅπερ εἴπομεν, ἐζήλωσεν Ὅμηρον καὶ τῆς περὶ τὰ ὀνόματα ἐκλογῆς καὶ τῆς περὶ τὴν σύνθεσιν ἀκριβείας, τῆς τε ἰσχύος τῆς κατὰ τὴν ἑρμηνείαν καὶ τοῦ κάλλους καὶ τοῦ τάχους.

38

τῶν δὲ πρὸ αὐτοῦ συγγραφέων τε καὶ ἱστο‐ ρικῶν ὥσπερ ἀψύχους εἰσαγαγόντων τὰς συγγραφὰς καὶ ψιλῇ μόνῃ χρησαμένων διὰ παντὸς διηγήσει, προσώποις δὲ οὐ περιθέντων λόγους τινὰς οὐδὲ ποιησάντων δημηγορίας, ἀλλ’ Ἡροδότου μὲν ἐπιχειρήσαντος,
5οὐ μὴν ἐξισχύσαντος (δι’ ὀλίγων γὰρ ἐποίησε λόγων ὡς προσωποποιίας μᾶλλον ἤπερ δημηγορίας), μόνος ὁ συγγραφεὺς ἐξεῦρέ τε δημηγορίας καὶ τελείως ἐποίησε μετὰ κεφαλαίων καὶ διαιρέσεως, ὥστε καὶ στάσει ὑποπίπτειν τὰς δημηγορίας· ὅπερ ἐστὶ λόγων τελείων εἰκών.

39

τριῶν δὲ ὄντων χαρακτήρων φραστικῶν, ὑψηλοῦ ἰσχνοῦ μέσου, παρεὶς τοὺς ἄλλους ἐζήλωσε τὸν ὑψηλὸν ὡς ὄντα τῇ φύσει πρόσφορον τῇ οἰκείᾳ καὶ τῷ μεγέθει πρέποντα τοῦ τοσούτου πολέμου· ὧν γὰρ αἱ πράξεις
5μεγάλαι, καὶ τὸν περὶ αὐτῶν ἔπρεπε λόγον ἐοικέναι ταῖς πράξεσιν.

40

ἵνα δὲ μηδὲ τοὺς ἄλλους ἀγνοῇς χαρακτῆρας, ἴσθι ὅτι μέσῳ μὲν Ἡρόδοτος ἐχρήσατο, ὃς οὔτε ὑψηλός ἐστιν οὔτε ἰσχνός, ἰσχνῷ δὲ ὁ Ξενοφῶν.

41

διά γ’ οὖν τὸ ὑψηλὸν ὁ Θουκυδίδης καὶ ποιητικαῖς πολλάκις ἐχρήσατο λέξεσι καὶ μεταφοραῖς τισίν. περὶ δὲ πάσης τῆς συγγραφῆς ἐτόλμησάν τινες ἀποφήνασθαι ὅτι αὐτὸ τὸ εἶδος τῆς συγγραφῆς οὐκ ἔστι ῥητορικῆς ἀλλὰ
5ποιητικῆς. καὶ ὅτι μὲν οὐκ ἔστι ποιητικῆς, δῆλον ἐξ ὧν οὐχ ὑποπίπτει μέτρῳ τινί. εἰ δέ τις ἡμῖν ἀντείποι ὅτι οὐ πάντως ὁ πεζὸς λόγος ῥητορικῆς ἐστίν, ὥσπερ οὐδὲ τὰ Πλάτωνος συγγράμματα οὐδὲ τὰ ἰατρικά, λέγομεν ὅτι ἀλλ’ ἡ συγγραφὴ κεφαλαίοις διαιρεῖται καὶ ἐπὶ

42

εἶδος ἀνάγεται ῥητορικῆς, κοινῶς μὲν πᾶσα συγγραφὴ ἐπὶ τὸ συμβουλευ‐
τικόν (ἄλλοι δὲ καὶ ὑπὸ τὸ πανηγυρικὸν ἀνάγουσι, φάσκοντες ὅτι ἐγκω‐ μιάζει τοὺς ἀρίστους ἐν τοῖς πολέμοις γενομένους), ἐξαιρέτως δὲ ἡ Θουκυδίδου [ἐν] τοῖς τρισὶν εἴδεσιν ὑποπίπτει, τῷ μὲν συμβουλευτικῷ
5διὰ τῶν ὅλων δημηγοριῶν πλὴν τῆς Πλαταιέων καὶ Θηβαίων ἐν τῇ τρίτῃ, τῷ δὲ πανηγυρικῷ διὰ τοῦ ἐπιταφίου, τῷ δὲ δικανικῷ διὰ τῆς δημηγορίας Πλαταιέων καὶ Θηβαίων, ἃς ἀνωτέρω τῶν ἄλλων ὑπεξειλόμεθα. ὅπου γὰρ δικασταὶ κρίνουσι Λακεδαιμονίων οἱ παραγενόμενοι καὶ κρίνεται πρὸς τὴν ἐρώτησιν ὁ Πλαταιεὺς καὶ ἀπολογεῖται περὶ ὧν ἐρωτᾶται διὰ πλειόνων
10τοὺς λόγους ποιούμενος, καὶ ἀντιλέγει τούτοις ὁ Θηβαῖος εἰς ὀργὴν τὸν Λακεδαιμόνιον προκαλούμενος, ἡ τοῦ λόγου τάξις καὶ μέθοδος καὶ τὸ σχῆμα δικανικὸν καθαρῶς ἀποφαίνει τὸ εἶδος.

43

Λέγουσι δέ τινες νοθεύεσθαι τὴν ὀγδόην ἱστορίαν· οὐ γὰρ εἶναι Θου‐ κυδίδου, ἀλλ’ οἱ μέν φασι τῆς θυγατρὸς αὐτοῦ εἶναι, οἱ δὲ Ξενοφῶντος. πρὸς οὓς λέγομεν ὅτι τῆς μὲν θυγατρὸς ὡς οὐκ ἔστι δῆλον· οὐ γὰρ γυναικείας ἦν φύσεως τοιαύτην ἀρετήν τε καὶ τέχνην μιμήσασθαι·
5ἔπειτα, εἰ τοιαύτη τις ἦν, οὐκ ἂν ἐσπούδασε λαθεῖν, οὐδ’ ἂν τὴν ὀγδόην ἔγραψε μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ κατέλιπεν ἄν, τὴν οἰκείαν ἐκφαί‐ νουσα φύσιν. ὅτι δὲ οὐδὲ Ξενοφῶντός ἐστιν, ὁ χαρακτὴρ μόνον οὐχὶ βοᾷ· πολὺ γὰρ τὸ μέσον ἰσχνοῦ χαρακτῆρος καὶ ὑψηλοῦ. οὐ μὴν οὐδὲ Θεοπόμπου, καθά τινες ἠξίωσαν.

44

τισὶ δέ, καὶ μᾶλλον τοῖς χαριεστέροις, Θουκυδίδου μὲν εἶναι δοκεῖ, ἄλλως δ’ ἀκαλλώπιστος, δι’ ἐκτύπων γεγραμμένη, καὶ πολλῶν πλήρης ἐν κεφαλαίῳ πραγμάτων καλλωπισθῆναι καὶ λαβεῖν ἔκτασιν δυναμένων. ἔνθεν καὶ λέγομεν ὡς ἀσθενέστερον
5πέφρασται ὀλίγον, καθότι ἀρρωστῶν αὐτὴν φαίνεται συντεθεικώς. ἀσθενοῦντος δὲ σώματος βραχύ τι καὶ ὁ λογισμὸς ἀτονώτερος εἶναι φιλεῖ· μικροῦ γὰρ συμπάσχουσιν ἀλλήλοις ὅ τε λογισμὸς καὶ τὸ σῶμα.

45

Ἀπέθανε δὲ μετὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν ἐν τῇ Θρᾴκῃ, συγγράφων τὰ πράγματα τοῦ εἰκοστοῦ καὶ πρώτου ἐνιαυτοῦ· εἴκοσι γὰρ καὶ ἑπτὰ κατέσχεν ὁ πόλεμος. τὰ δὲ τῶν ἄλλων ἓξ ἐτῶν πράγματα ἀναπληροῖ ὅ τε Θεόπομπος καὶ ὁ Ξενοφῶν, οἷς συνάπτει τὴν Ἑλληνικὴν
5ἱστορίαν.

46

Ἰστέον δὲ ὅτι στρατηγήσας ἐν Ἀμφιπόλει ὁ Θουκυδίδης καὶ δόξας ἐκεῖ βραδέως ἀφικέσθαι καὶ προλαβόντος αὐτὸν τοῦ Βρασίδου ἐφυγα‐ δεύθη ὑπ’ Ἀθηναίων, διαβάλλοντος αὐτὸν τοῦ Κλέωνος· διὸ καὶ ἀπ‐ εχθάνεται τῷ Κλέωνι καὶ ὡς μεμηνότα αὐτὸν εἰσάγει πανταχοῦ καὶ κοῦφον.
5καὶ ἀπελθών, ὥς φασιν, ἐν τῇ Θρᾴκῃ τὸ κάλλος ἐκεῖ τῆς συγγραφῆς συνέθηκεν.

47

ἀφ’ οὗ μὲν γὰρ ὁ πόλεμος ἤρξατο, ἐσημειοῦτο τὰ λεγόμενα πάντα καὶ τὰ πραττόμενα, οὐ μὴν κάλλους ἐφρόντισε τὴν ἀρχήν, ἀλλὰ τοῦ μόνον σῶσαι τῇ σημειώσει τὰ πράγματα· ὕστερον δὲ μετὰ τὴν ἐξορίαν ἐν Σκαπτῇ ὕλῃ τῆς Θρᾴκης χωρίῳ διαιτώμενος συνέταξε μετὰ
5κάλλους ἃ ἐξ ἀρχῆς μόνον ἐσημειοῦτο διὰ τὴν μνήμην.

48

ἔστι δὲ τοῖς μύθοις ἐναντίος διὰ τὸ χαίρειν ταῖς ἀληθείαις. οὐ γὰρ ἐπετήδευσε τοῖς ἄλλοις ταὐτὸν συγγραφεῦσιν οὐδὲ ἱστορικοῖς, οἳ μύθους ἐγκατέμιξαν ταῖς ἑαυτῶν ἱστορίαις, τοῦ τερπνοῦ πλέον τῆς ἀληθείας ἀντιποιούμενοι.
5ἀλλ’ ἐκεῖνοι μὲν οὕτως, τῷ συγγραφεῖ δ’ οὐκ ἐμέλησε πρὸς τέρψιν τῶν ἀκουόντων, ἀλλὰ πρὸς ἀκρίβειαν τῶν μανθανόντων γράφειν. καὶ γὰρ ὠνόμασεν ἀγώνισμα τὴν ἑαυτοῦ συγγραφήν. πολλὰ γὰρ τῶν πρὸς ἡδονὴν ἀπέφυγε, τὰς παρενθήκας ἃς εἰώθασι ποιεῖν οἱ πλείονες ἀπο‐ κλίνας, ὅπου γε καὶ παρ’

49

Ἡροδότῳ καὶ ὁ δελφίς ἐστιν ὁ φιλήκοος καὶ Ἀρίων ὁ κυβερνώμενος μουσικῇ, καὶ ὅλως ἡ δευτέρα τῶν ἱστοριῶν τὴν ὑπόθεσιν ψεύδεται. ὁ δὲ συγγραφεὺς οὗτος ἂν ἀναμνησθῇ τινὸς περιτ‐ τοῦ, διὰ μὲν τὴν ἀνάγκην λέγει, διηγεῖται δὲ μόνον εἰς γνῶσιν τῶν
5ἀκουόντων ἀφικνούμενος· ὅ τε γὰρ περὶ Τηρέως αὐτῷ λόγος πέφρασται μόνον περὶ παθῶν τῶν γυναικῶν, ἥ τε Κυκλώπων ἱστορία τῶν τόπων ἐμνημονεύθη χάριν, καὶ ὁ Ἀλκμαίων ὅτε σωφρονεῖν μνημονεύεται, †ἔνθα τὰ τῆς σωφροσύνης αὐτοῦ νήσους ποιεῖ,† τὰ δ’ ἄλλα οὐκ ἀκριβοῖ.

50

περὶ μὲν οὖν τοὺς μύθους τοιοῦτος, δεινὸς δὲ ἠθογραφῆσαι, καὶ ἐν μὲν τοῖς μέρεσι σαφής, ὑπὸ δὲ τὴν σύνταξιν ἐνίοτε διὰ τὸ ἐπιτεῖνον τῆς ἑρμηνείας ἄδηλος εἶναι δοκῶν. ἔχει δὲ χαρακτῆρα ὑπέρ‐ σεμνον καὶ μέγαν. τὸ δὲ τῆς συνθέσεως τραχύτητος [ὂν] μεστὸν καὶ
5ἐμβριθὲς καὶ ὑπερβατικόν, ἐνίοτε δὲ ἀσαφές. αἱ δὲ βραχύτητες θαυ‐ μασταί, καὶ τῶν λέξεων οἱ νόες πλείονες.

51

τὸ δὲ γνωμολογικὸν αὐτοῦ πάνυ ἐπαινετόν. ἐν δὲ ταῖς ἀφηγήσεσι σφόδρα δυνατός, ναυμαχίας ἡμῖν καὶ πολιορκίας νόσους τε καὶ στάσεις διηγούμενος. πολυειδὴς δ’ ἐν τοῖς σχήμασι, τὰ πολλὰ καὶ τῶν Γοργίου τοῦ Λεοντίνου μιμούμενος,
5ταχὺς ἐν ταῖς σημασίαις, πικρὸς ἐν ταῖς αὐστηρότησιν, ἠθῶν μιμητὴς καὶ ἄριστος διαγραφεύς· ὄψει γοῦν παρ’ αὐτῷ φρόνημα Περικλέους καὶ Κλέωνος οὐκ οἶδ’ ὅτι ἂν εἴποι τις, Ἀλκιβιάδου νεότητα, Θεμιστοκλέους †πάντα, Νικίου χρηστότητα δεισιδαιμονίαν εὐτυχίαν μέχρι Σικελίας, καὶ ἄλλα μυρία, ἃ κατὰ μέρος ἐπιδεῖν πειρασόμεθα.

52

ὡς ἐπὶ πλεῖστον
δὲ χρῆται τῇ ἀρχαίᾳ ἀτθίδι [τῇ παλαιᾷ], ἣ τὸ ξ ἀντὶ τοῦ ς παρείληφεν, ὅταν ξυνέγραψε καὶ ξυμμαχία λέγῃ, καὶ τὴν δίφθογγον τὴν αι ἀντὶ τοῦ α γράφῃ, αἰεὶ λέγων. καὶ ὅλως εὑρετής ἐστι καινῶν ὀνομάτων. τὰ μὲν
5γάρ ἐστιν ἀρχαιότερα τῶν καθ’ αὑτὸν χρόνων, τὸ αὐτοβοεὶ καὶ τὸ πολεμησείοντες καὶ παγχάλεπον καὶ ἁμαρτάδα καὶ ὕλης φακέλους· τὰ δὲ ποιηταῖς μέλει, οἷον τὸ †ἐπιλύγξαι καὶ τὸ ἐπηλύται καὶ τὸ ἀνακῶς καὶ τὰ τοιαῦτα· τὰ δ’ ἴδια, οἷον ἀποσίμωσις καὶ κωλύμη καὶ ἀποτείχισις, καὶ ὅσα ἄλλα παρ’ ἄλλοις μὲν οὐ λέλεκται, παρὰ τούτῳ δὲ κεῖται.

53

μέλει δὲ αὐτῷ καὶ ὄγκου τῶν ὀνομάτων καὶ δεινότητος τῶν ἐνθυμημάτων καί, ὥσπερ φθάσαντες εἴπομεν, βραχύτητος συντάξεως· τὰ γὰρ πολλὰ τῶν πραγμάτων καὶ λέξει δείκνυται. τέθεικε δὲ πολλάκις καὶ πάθη καὶ πράγματα ἀντ’ ἀνδρῶν, ὡς τὸ ἀντίπαλον δέος. ἔχει δέ τι καὶ τοῦ
5πανηγυρικοῦ, ἐν οἷς ἐπιταφίους λέγει, καὶ ποικίλας εἰρωνείας εἰσφέρων καὶ ἐρωτήσεις ποιούμενος καὶ φιλοσόφοις εἴδεσι δημηγορῶν· ἐν οἷς γὰρ ἀμοιβαῖός ἐστι, φιλοσοφεῖ. τὴν μέντοι ἰδέαν αὐτοῦ τῶν λέξεων καὶ τῶν συνθέσεων αἰτιῶνται οἱ πλείονες, ὧν ἐστὶ Διονύσιος ὁ Ἁλικαρ‐ νασσεύς· μέμφεται γὰρ αὐτῷ ὡς πεζῇ καὶ πολιτικῇ λέξει χρῆσθαι μὴ
10δυναμένῳ, οὐκ εἰδὼς ὅτι δυνάμεώς ἐστι ταῦτα πάντα περιττῆς καὶ ἕξεως πλεονεξίας.

54

Φαίνεται δὲ ἐπὶ τῶν Ἡροδότου χρόνων γενόμενος, εἴ γε ὁ μὲν Ἡρόδοτος μέμνηται τῆς Θηβαίων εἰσβολῆς εἰς τὴν Πλάταιαν, περὶ ἧς ἱστορεῖ Θουκυδίδης ἐν τῇ δευτέρᾳ. λέγεται δέ τι καὶ τοιοῦτο, ὅτι ποτὲ τοῦ Ἡροδότου τὰς ἰδίας ἱστορίας ἐπιδεικνυμένου παρὼν τῇ ἀκροάσει
5Θουκυδίδης καὶ ἀκούσας ἐδάκρυσεν· ἔπειτά φασι τὸν Ἡρόδοτον τοῦτο θεασάμενον εἰπεῖν αὐτοῦ πρὸς τὸν πατέρα τὸν Ὄλορον ‘ὦ Ὄλορε, ὀργᾷ ἡ φύσις τοῦ υἱοῦ σου πρὸς μαθήματα.‘

55

ἐτελεύτησε δὲ ἐν τῇ Θρᾴκῃ· καὶ οἱ μὲν λέγουσιν ὅτι ἐκεῖ ἐτάφη, ἄλλοι δὲ λέγουσιν ὅτι ἐν ταῖς Ἀθήναις ἠνέχθη αὐτοῦ τὰ ὀστᾶ κρύφα παρὰ τῶν συγγενῶν καὶ οὕτως ἐτάφη· οὐ γὰρ ἐξῆν φανερῶς θάπτειν ἐν Ἀθήναις τὸν ἐπὶ προδοσίᾳ
5φεύγοντα. ἔστι δὲ αὐτοῦ τάφος πλησίον τῶν πυλῶν, ἐν χωρίῳ τῆς Ἀττικῆς ὃ Κοίλη καλεῖται, καθά φησιν Ἄντυλλος, ἀξιόπιστος ἀνὴρ μαρτυρῆσαι καὶ ἱστορίαν γνῶναι καὶ διδάξαι δεινός. καὶ στήλη δέ, φησίν, ἕστηκεν ἐν τῇ Κοίλῃ, ‘Θουκυδίδης 〈Ὀλόρου〉 Ἁλιμούσιοσ‘ ἔχουσα ἐπίγραμμα. τινὲς δὲ προσέθηκαν καὶ τὸ ‘ἐνθάδε κεῖται·‘ ἀλλὰ λέγομεν
10ὅτι νοούμενόν ἐστι τοῦτο καὶ προσυπακουόμενον· οὐδὲ γὰρ ἔκειτο ἐν τῷ ἐπιγράμματι.

56

Ἔστι δὲ τὴν ἰδέαν καὶ τὸν χαρακτῆρα μεγαλοπρεπής, ὡς μηδὲ ἐν τοῖς οἴκτοις ἀφίστασθαι τοῦ μεγαλοπρεποῦς, ἐμβριθὴς τὴν φράσιν, ἀσαφὴς τὴν διάνοιαν διὰ τὸ ὑπερβατοῖς χαίρειν, ὀλίγοις ὀνόμασι πολλὰ πράγματα δηλῶν, καὶ ποικιλώτατος μὲν ἐν τοῖς τῆς λέξεως σχήμασι,
5κατὰ δὲ τὴν διάνοιαν τοὐναντίον ἀσχημάτιστος· οὔτε γὰρ εἰρωνείαις οὔτε ἐπιτιμήσεσιν οὔτε ταῖς ἐκ πλαγίου ῥήσεσιν οὔτε ἄλλαις τισὶ πανουργίαις πρὸς τὸν ἀκροατὴν κέχρηται, τοῦ Δημοσθένους μάλιστα ἐν τούτοις ἐπιδεικνυμένου τὴν δεινότητα.

57

οἶμαι δὲ οὐκ ἀγνοίᾳ σχηματισμοῦ τοῦ κατὰ διάνοιαν παρεῖναι τὸν Θουκυδίδην τὸ τοιοῦτον, ἀλλὰ τοῖς ὑποκειμένοις προσώποις πρέποντας καὶ ἁρμόζοντας συντιθέντα τοὺς λόγους· οὐ γὰρ ἔπρεπε Περικλεῖ καὶ Ἀρχιδάμῳ καὶ Νικίᾳ καὶ Βρασίδᾳ,
5ἀνθρώποις μεγαλόφροσι καὶ γενναίοις καὶ ἡρωικὴν ἔχουσι δόξαν, λόγους εἰρωνείας καὶ πανουργίας περιτιθέναι, ὡς μὴ παρρησίαν ἔχουσι φανερῶς ἐλέγχειν καὶ ἄντικρυς μέμφεσθαι καὶ ὅτι οὖν βούλονται λέγειν. διὰ τοῦτο τὸ ἄπλαστον καὶ ἀνηθοποίητον ἐπετήδευσε, σῴζων κἀν τούτοις τὸ προσῆκον καὶ τῇ τέχνῃ δοκοῦν· τεχνίτου γὰρ ἀνδρὸς φυλάξαι τοῖς
10προσώποις τὴν ἐπιβάλλουσαν δόξαν καὶ τοῖς πράγμασι τὸν ἀκόλουθον κόσμον.

58

Ἰστέον δὲ ὅτι τὴν πραγματείαν αὐτοῦ οἱ μὲν κατέτεμον εἰς δέκα τρεῖς ἱστορίας, ἄλλοι δὲ ἄλλως. ὅμως δὲ ἡ πλείστη καὶ ἡ κοινὴ κεκράτηκε, τὸ μέχρι τῶν ὀκτὼ διῃρῆσθαι τὴν πραγματείαν, ὡς καὶ ἐπέκρινεν ὁ
Ἀσκληπιάδης.